Athanasius Werke | Arbeitsstelle Erlangen/Wien

Dok. 43.7

Dok. 43.7: Briefe der »westlichen« Synode an die Kirche Alexandriens und an die Bischöfe Ägyptens und Libyens

Brief der »westlichen« Synode an die Kirche Alexandriens

Text

1,1 ̔Η ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα ἀπὸ ̔Ρώμης καὶ Σπανίων Γαλλίων ᾿Ιταλίας Καμπανίας Καλαβρίας ᾿Απουλίας ᾿Αφρικῆς Σαρδανίας Παννονίων Μυσίων Δακίας Νωρίκου Σισκίας Δαρδανίας ἄλλης Δακίας Μακεδονίας Θεσσαλίας ᾿Αχαίας ᾿Ηπείρων Θρᾴκης καὶ ̔Ροδόπης καὶ Παλαιστίνης καὶ ᾿Αραβίας καὶ Κρήτης καὶ Αἰγύπτου πρεσβυτέροις καὶ διακόνοις καὶ πάσῃ τῇ ἁγίᾳ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν ᾿Αλεξανδρείᾳ παροικούσῃ, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν.

2 καὶ πρὶν μὲν λαβεῖν ἡμᾶς τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν οὐκ ἠγνοοῦμεν, ἀλλὰ καὶ φανερὸν ἡμῖν ἦν, ὡς ὅτι οἱ τῆς δυσωνύμου τῶν ᾿Αρειανῶν αἱρέσεως προστάται πολλὰ καὶ δεινά, μᾶλλον δὲ καὶ ἐπ᾽ ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς ἢ κατὰ τῆς ἐκκλησίας ἐμηχανῶντο.

3 αὕτη γὰρ ἦν αὐτῶν τέχνη καὶ πανουργία, ταύτης ἀεὶ τῆς θανατηφόρου γεγόνασι προθέσεως, ὅπως πάντας τοὺς ὁποιδήποτε τυγχάνοντας τῆς ὀρθῆς δόξης καὶ τὴν τῆς καθολικῆς ἐκκλησίας διδασκαλίαν κατέχοντας τὴν παρὰ τῶν πατέρων αὐτοῖς παραδοθεῖσαν σπουδάζειν ἐλαύνειν καὶ διώκειν. τοὺς μὲν γὰρ πλαστοῖς ἐγκλήμασιν ὑπέβαλλον, ἄλλους εἰς ἐξορισμὸν ἀπέστελλον, ἄλλους ἐν αὐταῖς ταῖς τιμωρίαις κατεπόνουν.

4 ἀμέλει καὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν ᾿Αθανασίου τὴν καθαρότητα βίᾳ καὶ τυραννίδι συλλαβέσθαι ἐσπούδασαν, καὶ διὰ τοῦτο οὔτε ἐπιμελὴς οὔτε μετὰ πίστεως οὔθ᾽ ὅλως δικαία γέγονεν ἡ παρ᾽ ἐκείνων κρίσις. διόπερ οὐδὲ θαρροῦντες οἷς ἐδραματούργησαν οὐδὲ οἷς ἐθρύλησαν κατ᾽ αὐτοῦ, ἀλλὰ καὶ θεωροῦντες, ὡς οὐ δύνανται περὶ τούτων ἀποδείξεις ἔχειν ἀληθεῖς, παρόντες εἰς τὴν Σερδῶν πόλιν οὐκ ἠθέλησαν εἰς τὴν σύνοδον πάντων τῶν ἁγίων ἐπισκόπων ἀπαντῆσαι.

5 ἐκ δὴ τούτου φανερὰ καὶ δικαία καθέστηκεν ἡ κρίσις τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν ᾿Ιουλίου. οὐ γὰρ ἀσκεπτὶ βεβούλευται, ἀλλὰ καὶ μετ᾽ ἐπιμελείας ὥρισεν, ὥστε μηδὲ ὅλως διστάσαι περὶ τῆς κοινωνίας τοῦ ἀδελφοῦ ἡμῶν ᾿Αθανασίου. εἶχε γὰρ ἐπισκόπων ὀγδοήκοντα ἀληθεῖς μάρτυρας, εἶχε καὶ τοῦτο δίκαιον, ὅτι διὰ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν τῶν πρεσβυτέρων ἑαυτοῦ καὶ διὰ γραμμάτων μεθώδευσε τοὺς περὶ Εὐσέβιον τοὺς οὐκ ἐπὶ κρίσει, ἀλλ᾽ ἐπὶ βίᾳ μᾶλλον ἐπερειδομένους. ὅθεν οἱ πανταχοῦ πάντες ἐπίσκοποι τὴν κοινωνίαν ᾿Αθανασίου ἐβεβαίωσαν διὰ τὴν καθαρότητα αὐτοῦ.

6 κἀκεῖνο δὲ ὑμῶν ἡ ἀγάπη συνοράτω. ἐπειδὴ εἰς τὴν ἁγίαν σύνοδον τὴν ἐν Σαρδικῇ συναχθεῖσαν παρεγένετο, τότε δή [καθὰ προείπομεν] καὶ διὰ γραμμάτων καὶ διὰ ἀγράφων ἐντολῶν ὑπεμνήσθησαν οἱ τῆς ̔Εῴας καὶ ἐκλήθησαν παρ᾽ ἡμῶν ὥστε παρεῖναι. ἀλλ᾽ ἐκεῖνοι ὑπὸ τῆς συνειδήσεως καταγινωσκόμενοι ἀπρεπέσι χρώμενοι προφάσεσι φυγοδικεῖν ἤρξαντο. ἠξίουν γὰρ τὸν ἀθῶον ὡς ὑπεύθυνον ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἐκβάλλεσθαι οὐ συνορῶντες ὡς ἀπρεπές, μᾶλλον δὲ ἀδύνατον ἦν τοῦτο.

7 καὶ τὰ ὑπομνήματα δὲ τὰ ἐν τῷ Μαρεώτῃ γενόμενα ὑπὸ παμπονήρων καὶ ἐξωλεστάτων τινῶν νεωτέρων, οἷς οὐκ ἄν τις ἐπίστευσεν οὐδὲ τὸν τυχόντα βαθμὸν τοῦ κλήρου, συνέστηκε κατὰ μονομέρειαν πεπράχθαι. οὔτε γὰρ ὁ ἀδελφὸς ἡμῶν ᾿Αθανάσιος ὁ ἐπίσκοπος οὔτε Μακάριος ὁ πρεσβύτερος ὁ κατηγορούμενος ὑπ᾽ αὐτῶν παρῆν. καὶ ὅμως ἡ παρ᾽ αὐτῶν ἐρώτησις, μᾶλλον δὲ ὑποβολὴ ἡ γενομένη πάσης αἰσχύνης ἦν μεστή. πῆ μὲν γὰρ ἐθνικοί, πῆ δὲ κατηχούμενοι ἠρωτῶντο, οὐχ ἵνα ἅπερ ἴσασιν εἴπωσιν, ἀλλ᾽ ἵνα ἅπερ παρ᾽ αὐτῶν μεμαθήκασι ψεύσωνται.

8 καὶ γὰρ καὶ ὑμῶν τῶν πρεσβυτέρων φροντιζόντων ἐπὶ τῇ ἀπουσίᾳ τοῦ ὑμετέρου ἐπισκόπου καὶ βουλομένων παρεῖναι ἐπὶ τῇ ἐξετάσει καὶ τὴν ἀλήθειαν δεῖξαι καὶ τὰ ψευδῆ διελέγξαι οὐδεὶς λόγος γέγονεν· οὐκ ἐπέτρεψαν γὰρ ὑμᾶς παρεῖναι, ἀλλὰ καὶ μεθ᾽ ὕβρεως ἐξέβαλον.

9 καὶ εἰ καὶ τὰ μάλιστα φανερὰ πᾶσι καθέστηκε καὶ ἐκ τούτων ἡ συκοφαντία, ὅμως ἀναγινωσκομένων τῶν ὑπομνημάτων εὕρομεν αὐτὸν τὸν παμπόνηρον ᾿Ισχύραν τὸν ἐπὶ τῇ συκοφαντίᾳ μισθὸν παρ᾽ αὐτῶν λαβόντα τὸ δοκοῦν ὄνομα τῆς ἐπισκοπῆς διελέγχοντα ἑαυτοῦ τὴν συκοφαντίαν. αὐτὸς γὰρ ὁ ᾿Ισχύρας ἐν αὐτοῖς τοῖς ὑπομνήμασι διελάλησε κατ᾽ ἐκείνην τὴν ὥραν, ἐν ᾕ Μακάριον ἐληλυθέναι εἰς τὸ κελλίον ἑαυτοῦ διεβεβαιοῦτο, νοσοῦντα τότε κατακεῖσθαι ἑαυτόν, καίτοι τῶν περὶ Εὐσέβιον γράψαι τολμησάντων ἑστάναι τότε τὸν ᾿Ισχύραν καὶ προσφέρειν, ὅτε Μακάριος ἐπέστη.

10 Κἀκείνη δὲ πᾶσι φανερὰ καθέστηκεν ἡ συκοφαντία καὶ διαβολή, ἣν ᾐτιάσαντο μετὰ ταῦτα. ἔφασαν γὰρ καὶ κατεβόησαν φόνον δεδρακέναι τὸν ᾿Αθανάσιον καὶ [ὡς] ᾿Αρσένιόν τινα Μελιτιανὸν ἐπίσκοπον ἀνῃρηκέναι, ἐφ᾽ ᾧ προσποιητῷ στεναγμῷ καὶ πεπλασμένοις δάκρυσιν ὑπεκρίνοντο καὶ ἠξίουν τοῦ ζῶντος ὡς τεθνηκότος τὸ σῶμα ἀποδοθῆναι. ἀλλ᾽ οὐκ ἄγνωστα γέγονε τὰ σοφίσματα τούτων. ἔγνωσαν γὰρ ᜅπαντες ζῆν τὸν ἄνθρωπον καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεσθαι.

11 καὶ ἐπειδὴ ἑώρων ἑαυτοὺς οἱ πρὸς πάντα εὐχερεῖς διελεγχομένους ἐπὶ τοῖς ψεύσμασι ― τούτοις αὐτὸς γὰρ ζῶν ὁ ᾿Αρσένιος ἐδείκνυεν ἑαυτὸν μὴ ἀνῃρῆσθαι μηδὲ τεθνηκέναι ―, ὅμως οὐχ ἡσύχασαν, ἀλλ᾽ ἑτέρας συκοφαντίας πρὸς ταῖς προτέραις συκοφαντίαις ἐπεζήτουν, ἵνα πάλιν μηχανησάμενοι διαβάλωσι τὸν ἄνθρωπον.

12 τί οὖν, ἀγαπητοί; οὐκ ἐταράχθη ὁ ἀδελφὸς ἡμῶν ᾿Αθανάσιος, ἀλλὰ πάλιν πολλῇ παρρησίᾳ χρώμενος προεκαλεῖτο καὶ ἐπὶ τούτοις αὐτούς. καὶ ἡμεῖς δὲ ηὐχόμεθα καὶ προετρεπόμεθα ἐλθεῖν αὐτοὺς εἰς τὴν κρίσιν καί, εἴπερ δύνανται, διελέγξαι. ὢ τῆς πολλῆς πλεονεξίας. ὢ τῆς δεινῆς ὑπερηφανίας. μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ὢ κακῆς καὶ ὑπευθύνου συνειδήσεως. τοῦτο γὰρ πᾶσι πεφανέρωται.

13 ὅθεν, ἀγαπητοὶ ἀδελφοί, ὑπομιμνήσκομεν καὶ προτρεπόμεθα ὑμᾶς πρὸ πάντων τὴν ὀρθὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας κατέχειν. πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ χαλεπὰ πεπόνθατε, πολλὰς δὲ ὕβρεις καὶ ἀδικίας ὑπέμεινεν ἡ καθολικὴ ἐκκλησία, ἀλλ᾽ «ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται». διόπερ κἂν ἔτι ποιεῖν τολμήσωσι καθ᾽ ὑμῶν, ἡ θλῖψις ἀντὶ χαρᾶς ὑμῖν ἔστω; τὰ γὰρ τοιαῦτα παθήματα μέρος ἐστὶ μαρτυρίου καὶ αἱ τοιαῦται ὑμῶν ὁμολογίαι καὶ αἱ βάσανοι οὐκ ἄμισθοι τυγχάνουσιν, ἀλλ᾽ ἀπολήψεσθε παρὰ τοῦ θεοῦ τὰ ἔπαθλα.

14 διότι μάλιστα ἀγωνίζεσθε ὑπὲρ τῆς ὑγιαινούσης πίστεως καὶ τῆς καθαρότητος τοῦ ἐπισκόπου ὑμῶν ᾿Αθανασίου τοῦ συλλειτουργοῦ ἡμῶν. καὶ γὰρ οὐδὲ ἡμεῖς παρεσιωπήσαμεν οὐδὲ ἠμελήσαμεν τῆς ὑμῶν ἀμεριμνίας χάριν, ἀλλ᾽ ἐφροντίσαμεν καὶ πεποιήκαμεν, ἅπερ ὁ τῆς ἀγάπης λόγος ἀπαιτεῖ. συμπάσχομεν γὰρ τοῖς πάσχουσιν ἀδελφοῖς ἡμῶν, καὶ τὰ ἐκείνων παθήματα ἴδια ἡγούμεθα καὶ τοῖς δάκρυσιν ὑμῶν τὰ ἡμέτερα δάκρυα συνεμίξαμεν, οὐχ ὑμεῖς δὲ μόνοι πεπόνθατε, ἀδελφοί, ἀλλὰ καὶ πολλοὶ ἄλλοι συλλειτουργοὶ ἡμῶν ταῦτα ἐλθόντες ἀπωδύραντο.

15 Διόπερ ἀνηνέγκαμεν καὶ ἠξιώσαμεν τοὺς εὐσεβεστάτους καὶ θεοφιλεστάτους βασιλέας, ὅπως ἡ φιλανθρωπία αὐτῶν καὶ τοὺς ἔτι κάμνοντας καὶ πιεζομένους ἀνεθῆναι κελεύσῃ, καὶ προστάξωσι μηδένα τῶν δικαστῶν, οἷς περὶ μόνων τῶν δημοσίων μέλειν προσήκει, μήτε κρίνειν κληρικοὺς μήτε ὅλως τοῦ λοιποῦ προφάσει τῶν ἐκκλησιῶν ἐπιχειρεῖν τι κατὰ τῶν ἀδελφῶν, ἀλλ᾽ ἵνα ἕκαστος χωρίς τινος διωγμοῦ, χωρίς τινος βίας καὶ πλεονεξίας, ὡς εὔχεται καὶ βούλεται, ζῇ καὶ μεθ᾽ ἡσυχίας καὶ εἰρήνης τὴν καθολικὴν καὶ ἀποστολικὴν πίστιν μετέρχηται.

16 Γρηγόριος μέντοι ὁ παρανόμως παρὰ τῶν αἱρετικῶν λεγόμενος κατασταθῆναι καὶ εἰς τὴν ὑμετέραν πόλιν παρ᾽ αὐτῶν ἀποσταλείς, καὶ τοῦτο γὰρ γινωσκέτω ὑμῶν ἡ ὁμοψυχία, ὅτι κρίσει τῆς ἱερᾶς πάσης συνόδου καθῃρέθη, εἰ καὶ τὰ μάλιστα οὐδεπώποτε οὐδὲ ὡς ἐπίσκοπος ὅλως γενόμενος ἐνομίσθη.

17 χαίρετε τοίνυν ἀπολαμβάνοντες ἑαυτῶν τὸν ἐπίσκοπον ᾿Αθανάσιον; διὰ τοῦτο γὰρ καὶ μετ᾽ εἰρήνης αὐτὸν ἀπελύσαμεν. ὅθεν καὶ παραινοῦμεν πᾶσι τοῖς ἢ διὰ φόβον ἢ διὰ περιδρομήν τινων κοινωνήσασι Γρηγορίῳ, ἵνα νῦν ὑπομνησθέντες καὶ προτραπέντες καὶ ἀναπεισθέντες παρ᾽ ἡμῶν παύσωνται τῆς πρὸς ἐκεῖνον μυσαρᾶς κοινωνίας καὶ λοιπὸν ἑαυτοὺς συνάψωσι τῇ καθολικῇ ἐκκλησίᾳ.

18 ᾿Επειδὴ δὲ ἔγνωμεν ὅτι καὶ ᾿Αφθόνιος καὶ ᾿Αθανάσιος ὁ Καπίτωνος καὶ Παῦλος καὶ Πλουτίων οἱ συμπρεσβύτεροι ἡμῶν συσκευὴν καὶ αὐτοὶ πεπόνθασιν ὑπὸ τῶν περὶ Εὐσέβιον, ὥστε τοὺς μὲν ἐξορισμοῦ πειραθῆναι, τοὺς δὲ καὶ θανάτων ἀπειλὰς διαπεφευγέναι, τούτου ἕνεκεν καὶ περὶ τούτου δηλῶσαι ὑμῖν ἀναγκαῖον ἡγησάμεθα, ἵνα γινώσκητε ὅτι καὶ τούτους ἀπεδεξάμεθα καὶ ἀθώους ἀπελύσαμεν εἰδότες ὅτι πάντα τὰ παρὰ τῶν περὶ Εὐσέβιον κατὰ τῶν ὀρθοδόξων γενόμενα ἐπὶ δόξῃ καὶ συστάσει τῶν συσκευασθέντων ὑπ᾽ αὐτῶν γέγονεν.

19 ἔπρεπε μὲν οὖν τὸν ὑμέτερον ἐπίσκοπον, τὸν συλλειτουργὸν ἡμῶν ᾿Αθανάσιον, περὶ αὐτῶν ὡς περὶ ἰδίων ὑμῖν δηλῶσαι, ἐπειδὴ δὲ ὑπὲρ πλείονος μαρτυρίας καὶ τὴν ἁγίαν σύνοδον ἠθέλησεν ὑμῖν γράψαι, διὰ τοῦτο οὐκ ἀνεβαλλόμεθα, ἀλλὰ καὶ σημᾶναι ὑμῖν ἐσπουδάσαμεν, ἵν᾽ ὥσπερ ἡμεῖς οὕτως καὶ ὑμεῖς αὐτοὺς ἀποδέξησθε. ἄξιοι γὰρ καὶ αὐτοὶ ἐπαίνου, ὅτι διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ αὐτοὶ ἠξιώθησαν παρὰ τῶν αἱρετικῶν ὕβριν ὑπομεῖναι.

20 τίνα δέ ἐστι τὰ παρὰ τῆς ἁγίας συνόδου δογματισθέντα κατὰ Θεοδώρου καὶ Ναρκίσσου καὶ Στεφάνου καὶ ᾿Ακακίου καὶ Μηνοφάντου καὶ Οὐρσακίου καὶ Οὐάλεντος καὶ Γεωργίου, τῶν προισταμένων τῆς ἀρειανῆς αἱρέσεως καὶ πλημμελησάντων καθ᾽ ὑμῶν καὶ κατὰ τῶν ἄλλων ἐκκλησιῶν, γνώσεσθε ἐκ τῶν ὑποτεταγμένων. ἀπεστείλαμεν γὰρ ὑμῖν, ἵνα καὶ ἡ ὑμετέρα θεοσέβεια σύμψηφος τοῖς παρ᾽ ἡμῶν ὁρισθεῖσι γένηται καὶ ἐκ τούτων γνῶτε ὅτι ἡ καθολικὴ ἐκκλησία οὐ παρορᾷ τοὺς εἰς αὐτὴν πλημμελοῦντας.

Übersetzung

1 Die heilige Synode, die sich durch die Gnade Gottes aus Rom, den spanischen und gallischen Provinzen, aus Italia, Campania, Calabria, Apulia, Africa, Sardinia, den pannonischen und mösischen Provinzen, Dacia, Noricum, Siscia, Dardania, der anderen dakischen Provinz, Macedonia, Thessalia, Achaia, Epirus, Thracia, Rhodope, Palaestina, Arabia, Creta, Aegyptus in Serdica versammelt hat, grüßt im Herrn die Presbyter und Diakone und die ganze heilige Kirche Gottes, die in Alexandrien ansässig ist, die geliebten Brüder.

2 Schon bevor wir die Briefe eurer Frömmigkeit erhielten, waren wir nicht ahnungslos, sondern es war uns sogar völlig klar, daß die Anführer der verhaßten arianischen Häresie arglistig viele schreckliche Dinge anstellten, allerdings mehr zum Verderben ihrer eigenen Seele als zum Schaden der Kirche.

3 Darin nämlich bestand ihre Kunst und List, stets war es ihre todbringende Absicht, daß sie dafür sorgen, alle, die irgendwo rechten Glaubens waren und sich an die Lehre der katholischen Kirche hielten, die ihnen von den Vätern überliefert worden war, zu vertreiben und zu verfolgen. Denn die einen unterdrückten sie durch erfundene Vorwürfe, andere schickten sie in die Verbannung, wieder andere zermürbten sie eben mit den Bestrafungen.

4 Ohne Zweifel strebten sie auch danach, die Unschuld unseres Bruders und Mitbischofs Athanasius mit Gewalt und Tyrannei zu attackieren, und deswegen war ihr Urteil weder sorgfältig noch vertrauenswürdig noch überhaupt gerecht. Weil sie daher weder darauf vertrauten, was sie inszenierten, noch auf die Gerüchte, die sie gegen ihn in die Welt setzten, sondern vielmehr sahen, daß sie hierfür keine wirklichen Beweise vorlegen konnten, da wollten sie, obwohl sie nach Serdica gekommen waren, nicht an der Synode aller heiligen Bischöfe teilnehmen.

5 Vor diesem Hintergrund erweist sich das Urteil unseres Bruders und Mitbischofs Julius als klar und gerecht. Denn nicht ungeprüft hat er einen Beschluß gefaßt, sondern mit Umsicht festgesetzt, keinesfalls an der Gemeinschaft mit unserem Bruder Athanasius zu zweifeln. Er hatte nämlich achtzig Bischöfe als zuverlässige Zeugen; Er hatte auch dies als Rechtfertigung, daß er mit Hilfe unserer geliebten Mitbrüder, seiner Presbyter, und mit Briefen die um Eusebius als Leute überführte, die sich nicht auf eine gerichtliche Untersuchung, sondern vielmehr auf Gewalt stützten. Daher bestätigten alle Bischöfe überall die Gemeinschaft mit Athanasius aufgrund seiner Unschuld.

6 Auch folgendem sollte euere Liebe Beachtung schenken: Nachdem er zur heiligen in Serdica versammelten Synode gekommen war, da wurden die aus dem Osten durch Briefe und mündliche Befehle von uns aufgefordert und eingeladen zu kommen. Aber jene, von ihrem schlechten Gewissen verurteilt, begannen, mit unangemessenen Vorwänden ihre Flucht zu rechtfertigen. Sie forderten nämlich, daß ein Unschuldiger wie ein Schuldiger von unserer Gemeinschaft ausgeschlossen werde, ohne einzusehen, wie ungeziemend, ja vielmehr unmöglich dies wäre.

7 Und es hat sich gezeigt, daß die Aufzeichnungen parteiisch angelegt waren, die in der Mareotis von einigen ganz üblen und völlig verdorbenen Grünschnäbeln, denen niemand auch nur irgendeinen Rang in dem Klerus anvertraut hätte, gemacht worden waren. Denn weder unser Bruder, der Bischof Athanasius, noch Macarius, der von ihnen angeklagte Presbyter, waren anwesend. Und dennoch war ihr Verhör, vielmehr die Unterstellungen, die man ihnen machte, voll von jeder Schande. Einerseits wurden nämlich Heiden, andererseits auch Katechumenen befragt, nicht damit sie sagten, was sie wußten, sondern damit sie daherlogen, was ihnen von jenen beigebracht worden war.

8 Unter anderem wurdet ihr Presbyter, die ihr euch während der Abwesenheit eueres Bischofs Sorgen machtet, mit keiner Silbe erwähnt, obwohl ihr bei der Untersuchung anwesend sein, die Wahrheit aufzeigen und die Lügen widerlegen wolltet. Denn sie erlaubten euch nicht dabei zu sein, sondern vertrieben euch mit Beschimpfungen.

9 Auch wenn am allermeisten schon aus diesem Verhalten die Verleumdung allen klar vor Augen stand, fanden wir dennoch, als die Berichte vorgelesen wurden, daß der absolut verdorbene Ischyras, der von ihnen als Lohn für die Verleumdung den Schein-Titel eines Bischofs erhalten hatte, sich selbst der Verleumdung überführte. Ischyras selbst nämlich gab in den besagten Aufzeichnungen preis, daß er in jener Zeit damals, als Macarius nach eigener Aussage zu seiner Zelle kam, krank darniederlag, wohingegen die um Eusebius zu schreiben wagten, daß Ischyras damals gestanden und die Eucharistie gefeiert habe, als Macarius dazukam.

10 Auch jene Intrige und Verleumdung wurde allen offenbar, die sie ihm danach zum Vorwurf machten. Sie warfen nämlich ein und erhoben ihre Stimme, daß Athanasius einen Mord begangen habe und einen gewissen Arsenius, einen melitianischen Bischof, beseitigt habe, worauf sie mit gestellten Wehklagen und fingierten Tränen theatralisch reagierten und forderten, man solle ihnen den Körper des Lebenden wie den eines Toten übergeben. Aber ihre listenreichen Pläne blieben nicht unerkannt. Es wußten nämlich alle, daß der Mensch wohlauf war und zu den Lebenden gehörte.

11 Und als sie, die zu allem bereit waren, sahen, daß sie bei diesen Lügen ertappt worden waren - der lebende Arsenios selbst zeigte ihnen nämlich, daß er weder beseitigt noch getötet worden war -, gaben sie dennoch keine Ruhe, sondern spannen weitere Intrigen zu den früheren, um den Mann mit neuen Machenschaften wiederum zu verleumden.

12 Was nun, meine Lieben? Unser Bruder Athanasius ließ sich nicht erschüttern, sondern forderte sie mit viel Freimut wiederum auch bei diesen Verleumdungen heraus. Auch wir baten und ermahnten sie, zur Untersuchung zu kommen und Beweise vorzubringen, falls sie es könnten. Was für eine unbändige Gier! Was für eine erschreckende Anmaßung! Vielmehr noch, wenn man die Wahrheit sagen muß, was für ein schlechtes und schuldiges Gewissen! Dies ist allen nämlich deutlich geworden.

13 Daher, geliebte Brüder, erinnern und ermahnen wir euch, vor allen Dingen am rechten Glauben der katholischen Kirche festzuhalten. Denn viel Schreckliches und Schwieriges habt ihr erlitten, die katholische Kirche hat viele frevelhafte Gewalttaten und Ungerechtigkeiten ertragen, aber »wer aushält bis ans Ende, wird gerettet werden.« Daher, auch wenn sie es immer noch wagen, etwas gegen uns zu unternehmen, nehmt die Bedrängnis als Freude an. Solche Leiden sind nämlich Teil des Martyriums, und diese eure Bekenntnisse und Prüfungen bleiben nicht unbelohnt, sondern ihr werdet von Gott die Siegespreise erhalten.

14 Kämpft deswegen vor allem für den gesunden Glauben und die Unschuld eures Bischofs Athanasius, unseres Mitdieners. Denn auch wir schwiegen nicht, noch waren wir ohne Sorge um eure Unbedrücktheit, sondern wir überlegten und taten, was immer das Gesetz der Liebe fordert. Wir leiden nämlich mit unseren leidenden Brüdern mit, und die Leiden jener sehen wir als unsere eigenen an: Und wir mischten unsere Tränen mit eueren; ihr habt nicht allein gelitten, Brüder, sondern viele andere unserer Mitdiener beklagten ebenfalls diese Dinge, als sie kamen.

15 Deswegen haben wir den gottesfürchtigsten und gottgeliebtesten Kaisern Bericht erstattet und sie gebeten, daß ihre Güte befehle, auch die, die immer noch gequält und bedrängt sind, zu erlösen. Und sie mögen anordnen, daß kein Richter, denen die Sorge um die rein weltlichen Angelegenheiten obliegt, über Kleriker ein Urteil fälle oder überhaupt künftig unter dem Deckmantel der Kirche etwas gegen die Brüder unternehme, sondern daß jeder frei von irgendeiner Verfolgung, frei von jeglicher Gewalt und von Betrug so lebe, wie er es erbittet und möchte, und in Ruhe und Frieden dem katholischen und apostolischen Glauben folge.

16 Gregor freilich, der bekanntlich von den Häretikern gesetzwidrig eingesetzt und von ihnen in eure Stadt geschickt worden war - auch dies soll nämlich euere Eintracht erkennen, daß er durch das Urteil der ganzen heiligen Synode abgesetzt worden ist, wenn man auch mehrheitlich der Auffassung war, daß er überhaupt niemals auch nur annähernd Bischof gewesen ist.

17 Freut euch also, euren eigenen Bischof Athanasius wieder aufzunehmen; deswegen haben wir ihn nämlich in Frieden entlassen. Daher ermahnen wir alle, die aus Furcht oder aufgrund der Umgarnung von gewissen Leuten Gemeinschaft mit Gregor gehalten haben, daß sie nun von uns erinnert, ermahnt und überzeugt die abscheuliche Gemeinschaft mit ihm aufkündigen und sich künftig mit der katholischen Kirche verbinden.

18 Da wir aber erfuhren, daß auch unsere Mitpresbyter Aphthonius, Athanasius, der Sohn des Capito, Paulus und Plution selbst Nachstellung von denen um Eusebius erduldet hatten, so daß die einen in Verbannung litten, die anderen sogar vor Todesdrohungen flohen, deswegen hielten wir es für notwendig, euch auch darüber zu informieren, damit ihr erkennt, daß wir auch diese aufnahmen und als unschuldig freisprachen. Denn wir wissen, daß alles, was von Seiten der Anhänger des Eusebius gegen die Rechtgläubigen geschehen ist, zum Ruhm und zur Empfehlung derer gereicht, gegen die sie intrigiert hatten.

19 Es wäre zwar Aufgabe eures Bischofs, unseres Mitdieners Athanasius, euch über jene wie über seine eigenen Belange zu informieren, da er aber wegen der größeren Glaubwürdigkeit wollte, daß auch die heilige Synode euch schreibt, haben wir dies deshalb nicht abgelehnt, sondern bemühten uns vielmehr, euch dies kundzutun, damit auch ihr sie so wie wir aufnehmt. Auch sie verdienen nämlich Lob, da sie ebenfalls aufgrund ihrer Frömmigkeit gegenüber Christus für wert erachtet wurden, Mißhandlungen von den Häretikern zu erleiden.

20 Was aber von der heiligen Synode gegen Theodorus, Narcissus, Stephanus, Acacius, Menophantus, Ursacius, Valens und Georgius, die Vorsteher der arianischen Häresie, die sich an euch und den anderen Kirchen vergingen, beschlossen wurde, das werdet ihr aus den unten angefügten Kopien erkennen. Wir haben dies nämlich an euch weitergeleitet, damit auch euere Gottesfurcht die von uns beschlossenen Dinge mitträgt und ihr daraus erkennt, daß die katholische Kirche nicht über die, die ihr Schaden zufügen, hinwegsieht.

Brief der »westlichen« Synode an die Bischöfe Ägyptens und Libyens

Text

2,1 ̔Η ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα τοῖς κατ᾽ Αἴγυπτον καὶ Λιβύην ἐπισκόποις καὶ συλλειτουργοῖς, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. Καὶ πρὶν μὲν λαβεῖν τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν …

2 καὶ διὰ τὸ εἶναι αὐτὴν ἴσην κατὰ πάντα τῆς πρὸ αὐτῆς ἤτοι τῆς πρὸς τὴν ἐκκλησίαν ᾿Αλεξανδρείας πλὴν τῶν πρὸς τὸ τέλος σεσημιωμένων κατελείφθη ἄγραφος διὰ τὸ μὴ δευτερωθῆναι καὶ τὴν σπουδὴν καὶ τὰ χάρτα.

Übersetzung

2,1 Die heilige Synode, die sich durch die Gnade Gottes in Serdica versammelt hat, grüßt im Herrn die Bischöfe und Mitdiener in Ägypten und Libyen, die geliebten Brüder. Schon bevor wir die Briefe eurer Frömmigkeit erhielten, …

2 Und weil dieser Brief in allem dem vorangehenden, d.h. dem an die Kirche Alexandriens, gleich ist - abgesehen von dem, was gegen Ende markiert ist - wurde er ungeschrieben gelassen, um nicht doppelt so viel Mühe und Papier aufwenden zu müssen.

Zuletzt geändert: 2015-04-07 Di 19:07 von annette.von.stockhausen@fau.de

Sitemap Datenschutz Barrierefreiheit